Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.201 Joseph. AJ 5.206 (English) >>Joseph. AJ 5.211

5.204ἀπήντα δʼ αὐτοῖς Σισάρης τοῦ βασιλέως κελεύσαντος καὶ στρατοπεδεύονται τῶν πολεμίων οὐκ ἄπωθεν. τοὺς δʼ Ἰσραηλίτας καὶ τὸν Βάρακον καταπλαγέντας τὸ πλῆθος τῶν πολεμίων καὶ ἀναχωρεῖν διεγνωκότας Δεβώρα κατεῖχε τὴν συμβολὴν ποιεῖσθαι κατʼ ἐκείνην κελεύουσα τὴν ἡμέραν· νικήσειν γὰρ αὐτοὺς καὶ συλλήψεσθαι τὸν θεόν. 5.205

Συνῄεσαν οὖν καὶ προσμιγέντων ὄμβρος ἐπιγίνεται μέγας καὶ ὕδωρ πολὺ καὶ χάλαζα, τόν τε ὑετὸν κατὰ πρόσωπον ἤλαυνε τῶν Χαναναίων ἄνεμος ταῖς ὄψεσιν αὐτῶν ἐπισκοτῶν, ὡς τὰς τοξείας ἀχρήστους αὐτοῖς εἶναι καὶ τὰς σφενδόνας· οἵ τε ὁπλῖται διὰ τὸ κρύος χρῆσθαι τοῖς ξίφεσιν οὐκ εἶχον. 5.206τοὺς δʼ Ἰσραηλίτας ἧττόν τε ἔβλαπτε κατόπιν γινόμενος χειμὼν καὶ πρὸς τὴν ἔννοιαν τῆς βοηθείας τοῦ θεοῦ θάρσος ἐλάμβανον, ὥστε εἰς μέσους ὠσάμενοι τοὺς πολεμίους πολλοὺς αὐτῶν ἀπέκτειναν. καὶ οἱ μὲν ὑπὸ τῶν Ἰσραηλιτῶν, οἱ δʼ ὑπὸ τῆς οἰκείας ἵππου ταραχθέντες ἔπεσον, ὡς ὑπὸ τῶν ἁρμάτων πολλοὺς αὐτῶν ἀποθανεῖν. 5.207Σισάρης δὲ καταπηδήσας τοῦ ἅρματος ὡς εἶδε τὴν τροπὴν γινομένην, φυγὼν ἀφικνεῖται παρά τινα τῶν Κενελίδων γυναῖκα Ἰάλην ὄνομα, κρύψαι τε ἀξιώσαντα δέχεται καὶ ποτὸν αἰτήσαντι δίδωσι γάλα διεφθορὸς ἤδη. 5.208 δὲ πιὼν τοῦ μέτρου δαψιλέστερον εἰς ὕπνον τρέπεται. δὲ Ἰάλη κοιμωμένου σιδήρεον ἧλον ἐλάσασα σφύρῃ κατὰ τοῦ στόματος καὶ τοῦ χελυνίου διέπειρε τὸ ἔδαφος καὶ τοῖς περὶ τὸν Βάρακον μικρὸν ὕστερον ἐλθοῦσιν ἐπεδείκνυε τῇ γῇ προσηλωμένον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.201 Joseph. AJ 5.206 (English) >>Joseph. AJ 5.211

Powered by PhiloLogic